Ancient Greek
184.4 to 184.6
Heraclides Ponticus Junior Gramm., Fragmenta 184.4-6
Unproofread scanNot analysed yet
XLI Περί Πρωτογένοὺς τοῦ ζωγράφου. Πρωτογένης ὁ ζωγράφος τὸν Ἰάλυσόν, φασιν, ἐπὶ ἑτεσι διαζωγραφῶν ἐξέτελεσεν· ὃν Ἀπελλῆς ἰδών, τὸ μὲν πρῶτον ἔστιν ἄφωνος, ἐκπλαγεὶς ἐπὶ τῇ παραδόξῳ τέχᾳ· εἶτα ἐπιδὼν ἔφη, Καὶ ὁ πόνος μέγας, καὶ ὁ τεχνίτης· ἀπολείπεται γε μὴν τῆς χειρουργίας ἡ χάρις, ἥς ὁ ἄνθρω εἰ τύχοι, ὁ πόνος αὐτοῦ τοῦ οὐδανοῦ ψαύσει. XLII Περί τινων ἀνθρώπων ὑπὸ θηρίων τραφέντων. Κύρον τὸν Μανδάνης ἐθρεφέ, φασιν, κύων. Τήλεφον δέ, τὸν Ἀύγης καὶ Ἡρακλέους, ἕλαφος. Πελοῖον δέ, τὸν Ποσειδῶνος καὶ Τυρόος, ἵππος· ἀλλὰ καὶ τὸν Ἀλόπης. Ἀλέξανδρον τὸν Πριάμου ὑπὸ ἀρκτου φασι τραφῆναι· Αἰγισθον δέ, τὸν Θυέστου καὶ Πελοπίας, ὑπὸ αἰγός.