Ancient Greek
185.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 185.1
Unproofread scanNot analysed yet
XLII. Τίνες ἐξ ἀσύμων περιφανεῖς γεγόνασι. Λαρέϊον ἄκουω τὸν Ὑστάσπου φακετροφόρον Κύρου γενέσθαι. Ὁ δὲ τελευταῖος Λαρέϊος, ὁ ὑπὸ Ἀλεξάνδρου νικηθεὶς, δοῦλος ἦν. Ἀρχέλαος δέ, ὁ Μακεδόνων βασιλεύς, δούλης υἱὸς ἦν τῆς Σιμίκης. Μενέλαος, ὁ Φιλίππου πάππος, εἰς τοὺς νόθους ἐτέλει. Ὁ δὲ τούτου υἱός, Ἀμύντας, ὑπηρετὴς Ἀσόπου καὶ δοῦλος ἐπεπίστευτο. Περαεὺς δέ, ὃν καθεῖλε Παῦλος ὁ Ῥωμαῖος, Ἀργεῖος μὲν γένος ἦν, ἀδέλου δέ τινος υἱός. Εὐμένης δὲ πατρὸς ἀπόρου καὶ τυμβάλου πεπίστευται γενέσθαι. Ἀντίγονος ὁ Φιλίππου, ὁ καὶ ἐτερόφθαλμος, καὶ ἐκ τούτου Κύκλωψ προσαγορευθεὶς, αὐτουργὸς ἦν. Πολυσπέρχων δὲ ἐλήστευε. Θεμιστοκλῆς δέ, ὁ τοὺς βαρβάρους καταναυμαχήσας, καὶ μόνος συνειδὲς τὰς τῶν Θεῶν ἐν τοῖς χρησμοῖς φωνάς, Θράττης υἱὸς ἦν, καὶ ἐκαλεῖτο ἡ μήτηρ αὐτοῦ Ἀθρότονον. Φωκίων δέ, ὁ Χρητοῦς ἐπικληθεὶς, πατρὸς μὲν δοῦνακας ἐργαζομένου ἦν. Δημήτριον δὲ τὸν Φαληρέα οἰκότροφον γενέσθαι λέγουσιν ἐκ τῆς οἰκίας Τιμοθέου, καὶ Κόνωνος. ῾Περδίκου δέ, καὶ Κλεοφάντος, καὶ Ἀημάδου, καὶ τοι προστατῶν γενομένων τοῦ δήμου τῶν Ἀθηναίων, οὐδεὶς ἂν εἴποι ἁδίως τοὺς πατέρας. Καλλικρατίδας γε μὴν, καὶ Γύλιππος, καὶ Ἀσιγανδρος, ἐν Λακεδαίμονι Μύθας ἐκαλοῦντο. Ὁνομα δὲ ἦν ἄρα τούτο τοῖς τῶν εὐπόρων δούλοις, οὓς συνἐξέπεμπον τοῖς υἱοῖς οἱ πατέρες συναγωνιουμένους ἐν τοῖς γυμνασίοις. Ὁ δὲ συγχωρήσας τούτῳ Ἀν-