Ancient Greek
194.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 194.4
Unproofread scanNot analysed yet
LXIV Περὶ τοῦ Ἀλεξάνδρου νεκροῦ. Ὁ μὲν Φιλίππου καὶ Ὀλυμπιάδος Ἀλέξανδροςἐν Βαβυλῶνι τὸν βίον καταστρέψας, νεκρὸς ἔκειτο,ὁ τοῦ Λιὸς εἶναι λέγων. Καὶ σταισιάζοντων περὶ τῆςβασιλείας τῶν περὶ αὐτόν, ταφῆς ἀμοιρος ἦν, ἥς με-ταλαγχάνουσι καὶ οἱ σφόδρα πένθητες, τῆς φύσεωςτῆς κοινῆς ἀπαιτοῦσης τὸν μηκέτι ζῶντα κατακρύ-ψαι. Ἄλλ᾽ οὗτος γε τριάκοντα ἡμέρας κατελείλειπτοἀκηδεῖς, ὡς Ἄριστάνδρος ὁ Τελμισσεύς, Θεόληπτοςγεγὼς, ἢ ἐκ τινος ἄλλης συντυχίας κατασχθείς,ἦλθεν εἰς μέσους τοὺς Μακεδόνας, καὶ πρὸς αὐτοὺςἔφη, πάντων τῶν ἐξ αἰῶνος βασιλέων εὐδαιμονέστα-τον Ἀλέξανδρον γεγονέναι, καὶ ζῶντα, καὶ ἀποθα-νόντα· λέγειν ἄρα τοὺς θεοὺς πρὸς αὐτόν, ὅτι ἄραἡ ὑποδεξαμένη γῆ τὸ σῶμα, ἐν ᾧ τὸ πρότερον ἄκη-σεν ἡ ἐκείνου ψυχή, πανευδαίμων τε ἔσται, καὶ ἀ-πόρρητος δι᾽ αἰῶνος. Ταῦτα μαθόντες πολλὴν εἰςἑφέροντο φιλοενκίαν, ἕκαστος εἰς τὴν ἰδίαν αὐτοῦ