Ancient Greek
195.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 195.1
Unproofread scanNot analysed yet
βασίλειαν τὸ ἀγώγιμον τοῦτο ἄγειν ἐπιθυμῶν, ὅνα κειμήλιον ἔχῃ, βασιλείας ἀσφαλῶς καὶ ἀκλινῶς ὁμίχον. Πτολεμαῖος δέ, εἰ τι χρή πιστεύειν, τὸ σῶμα ἐξέκλεψε, καὶ μετὰ σπουδῆς εἰς τὴν Ἀλεξάνδρον πόλιν, τὴν κατ’ Αἴγυπτον, ἐκόμισε. Καὶ οἱ μὲν ὅλλοι Μακεδόνες τὴν ἡσυχίαν ἔχον, Περδίκκας δὲ αὐτὸν διώκειν ἐπεχείρησεν. Οὐ τοσοῦτον δὲ ἔμελε τούτῳ τῆς εἰς Ἀλέξανδρον πολυωρίας, καὶ τῆς εἰς τὸν νεκρὸν δόιας, ὅσον τὰ προλεχθέντα ὑπὸ τοῦ Ἀριστάνδρου ἀνέφλεγεν αὐτὸν καὶ ἐξῆπτεν. Ἐπεὶ δὲ κατέλαβε τὸν Πτολεμαῖον, ὑπὲρ τοῦ νεκροῦ μάχῃ κατεσρά πάνυ σφόδρα ἐγένετο, ἀδελφῇ τρόπῳ τινὰ τῆς ὑπὲρ τοῦ εἰδώλου τοῦ ἐν Τροίᾳ, ὅπερ Ὅμηρος ἄδει, λέγων ὑπὲρ Αἰνείου τὸν Ἀπόλλωνα εἰς μέσους ἐμβαλεῖν τοὺς ἥρωας. Ἀνέστειλε δὲ τὴν ὁρμὴν τοῦ Περδίκκα ὁ Πτολεμαῖος. Εἴδωλον γὰρ ποιησάμενος ὁμοιον Ἀλεξάνδρῳ, κατεκόσμησεν ἐσθῆτι βασιλικῇ, καὶ ἐνταφίοις ἀξιοζήλοις. Εἶτα τοῦτο ἀναπαίσας ἐπὶ μίαν τῶν Περσικῶν ἅμαξῶν, τὸ ἐπ’ αὐτῆς κατεσκεύασε φέρετρον μεγαλοπρεπῶς ἀργύρῳ, καὶ χρυσῷ, καὶ ἐλέφαντι· καὶ τὸ μὲν ὄντως Ἀλεξάνδρου σῶμα λιτῶς, καὶ ὡς ἔτυχ, προύπεμψε κρυπταῖς ὁδοῖς καὶ ἀτριπτοῖς. Ὁ δὲ Περδίκκας καταλαβὼν τὸ τοῦ νεκροῦ φάσμα, καὶ τὴν διασκευασθῆσαν ἅμαξαναν, ἀνεστάλη τοῦ δρόμου, οἴομενος ἔχειν τὸ ἄθλον· ὅψ δὲ ἔμαθεν ἀπατηθεὶς, ἥνικα διώκειν οὐκ εἶχε.