Ancient Greek
21.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 21.1
Unproofread scanNot analysed yet
XXVII Περί ἀδδηφαγίας πολλῶν. Ἀδδηφάγους λέγουσι ἀνθρώπους γεγονέναι, Λινύσσαν τὸν Φρύγα, καὶ Κάμβητα τὸν Λυδὸν, καὶ Θύον τὸν Παφλαγόνα, καὶ Χαρίλαν, καὶ Κλεώνιμον, καὶ Πείσανδρον, καὶ Χάριππον, καὶ Μιθριδάτην τὸν Ποντικόν, καὶ Καλαμόδρον τὸν Κυζικηνόν, καὶ Τιμοκρέοντα τὸν Ῥόδιον, τὸν ἀδλητὴν ἄμα καὶ ποιητήν, καὶ Καντιθαρίων τὸν Πέρσην, καὶ Ἑρωσίχθονα τὸν Μυρμιδόνος· ἐνθὲν τοι καὶ Αἴθων ἐκλήθη οὗτος. Λέγεται δὲ ἐν Σικελίᾳ Ἀδδηφαγίας ἱερὸν εἶναι, καὶ Σιτοὺς ἄγαλμα Δήμητρος. Ὁμολογεῖ δὲ καὶ Ἀλκμάν ὁ ποιητὴς ἑαυτὸν πολυβορώτατον γεγονέναι. Καὶ Κτησιας δὲ φησὶ τινὰ Ἀναξίλας, ὁ τῆς κωμωδίας ποιητῆς, πολλὰ ἐσθίειν.