Ancient Greek
21.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 21.3
Unproofread scanNot analysed yet
XXVIII Περί τῶν παρὰ Ῥοδίοις τιμωμένων ὄψων. Ἄλλ᾽ ἔγωγε ὑμῖν ἐθέλω εἰπεῖν Ῥόδιον δόξαν. Ἐν Ῥόδῳ φασὶ τὸν μὲν εἰς τοὺς ἰχθῦς ὁρῶντα, καὶ θαυμάζοντα αὐτούς, καὶ ὄντα τῶν ἄλλων ὀμοφαγίστατον, ἀλλὰ τοῦτόν γε ὡς ἐλευθερίων ὑπὸ τῶν δημοτῶν ἐπαινέσειν· τὸν γε μὴν πρὸς τὰ κρέα ἀπονεύοντα, ὡς φορτικὸν καὶ γάστριν διαβάλλουσι Ῥόδιοι. Εἴτε δὲ ἐκεῖνοι ὀρθῶς, εἴτε οὗτοι φλαίρως, ὑπερφρονῶ τοῦτο ἐξετάζειν.