Ancient Greek
212.4 to 213.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 212.4-213.3
Unproofread scanNot analysed yet
XXXIII. Περὐ Λιονυσίου. Ὅτι τὸν Λέοντα ὁ Λιονύσιος, μετὰ τὴν πρόσταξιν τὴν κατ’ αὐτοῦ ἀνευρών, εἰς τρὶς τοῖς δορυφόροις ἐκέλευσεν ἀπάγειν, καὶ μετέγνω τρὶς, καὶ καθ’ ἑκάστην μεταπομπήν, κατεφίλει κλαίων, καὶ καταφώνεμος ἑαυτοῦ, ὅτι ποτὲ ἔλαβε τὸ ξίφος. Τελευτῶν ἠττηται τῷ φόβῳ, καὶ προσέταξεν ἀποσφαγῆναι, εἰπών, Ὅτι οὐκ ἔστιν, ὦ Λέων, σοι ζῆν XXIV Περὶ ἐλάφου ἐν νόσῳ φυσικῆς θεραπείας. Λέγουσι φυσικοὶ ἄνδρες τὸν ἕλαφον, καθάρας δεόμενον, σέλινα ἐσθίειν· φαλαγγίων δὲ κνήσιν ἔχοντα, κακχίνους. XXXV Περὶ Εὐρυδίκης Φιλίππου θυγατρὸς τελευτῆς. Ὀλυμπιάς τῇ Φιλίππου θυγατρὶ Εὐρυδίκῃ (ἥν δὲ ἥρα ἐξ Ἠλυγίδος γυναικὸς τῷ Φιλίππῳ γενομένη) προέσειπε κάνειον, καὶ βρόχον, καὶ ξίφος. Ἡ δὲ αἱρεῖται τὸν βρόχον.