Ancient Greek
213.5
Heraclides Ponticus Junior Gramm., Fragmenta 213.5
Unproofread scanNot analysed yet
XXXVI Περὶ Τέλωνος, καὶ τῶν αὐτῷ ἐπιβουλευόντων. Τέλων, ὁ τῶν Συρακουσίων τύραννος, τὴν τῆς ἀρχῆς κατάστασιν πρῶτατα εἶχε. Στασιώδεις δὲ τινες ἐπεβούλευον αὐτῷ· ὁ πυθόμενος ὁ Τέλων, εἰς ἐκκλησίαν συγκαλέσας τοὺς Συρακουσίους, εἰσῆλθεν ὡπλισμένος ὁ Τέλων, καὶ διελθὼν, ὅσα ἄγαθὰ αὐτοῖς εἰργάσατο, καὶ τὴν ἐπιβουλὴν ἐξεκάλυψε, καὶ ἀπεδύσατο τὴν πανοπλίαν, εἰπὼν πρὸς πάντας, Ἰδοὺ τοίνυν ὑμῖν ἐν χιτωνίσκῳ γυμνὸς τῶν ὅπλων παρέστηκα, καὶ δίδωμι χρήσθαι, ὅ, τι βούλεσθε. Καὶ ἐθαύμασαν αὐτοῦ τὴν γνώμην οἱ Συρακόσιοι· οἱ δὲ καὶ τοὺς ἐπιβουλευόντας παρέδωσαν αὐτῷ κολᾶσαι, καὶ τὴν ἀρχὴν ἔδωκαν. Ὁ δὲ καὶ τούτους εἶπε τῷ δήμῳ τιμωρήσασθαι. Καὶ εἰκόνα αὐτοῦ οἱ Συρακόσιοι ἔστησαν ἐν ἀξιώτῳ χιτῶνι· καὶ ἦν τοῦτο τῆς δημοαγωγίας αὐτοῦ ὑπόμνημα, καὶ