Ancient Greek
227.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 227.2
Unproofread scanNot analysed yet
Κλεινίας ἀνὴρ ἦν σπουδαῖος τὸν τρόπον, Πυθαγόρειος δὲ τὴν σοφίαν. Οὗτος εἴ ποτε εἰς ὀργὴν προῆλθεν, καὶ εἶχεν αἰσθητικῶς ἑαυτοῦ εἰς θυμὸν ἐξαγομένου, παραχρῆμα, πρὸν ἡ ἀνάπλεως αὐτῷ ἡ ὀργή, καὶ ἐπίδηλος γένηται, ὅπως διακείται, τὴν λύραν ἀρμοσάμενος, ἐμιθόριζε. Πρὸς δὲ τοὺς πυνθωνομένους τὴν αἰτίαν ἀπεκρίνετο ἐμειδώς, Ὅτι πραΰνομαι. Δοκεῖ δὲ μοι καὶ ὁ ἐν Ἰλιάδι Ἀχιλλεύς, ὁ τῇ κιθάρᾳ προσέδων, καὶ τὰ κλέα τῶν προτέρων διὰ τοῦ μέλους εἰς μνήμην ἑαυτῷ ἄγων, τὴν μῆνιν κατευνάζειν. Μουσικὸς γὰρ ὢν, τὴν κιθάραν πρώτην ἐκ τῶν λαφύρων ἔλαβε.