Ancient Greek
227.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 227.3
Unproofread scanNot analysed yet
XXIV. XXIV Περί τινων χρημάτων κρειττόνων ὑπὲρ τῶν πολιτῶν, καὶ τῶν τοὺς δανειστὰς ἀποκτεινάντων. Χρημάτων κατεφρόνησαν, καὶ μεγαλοφροσύνην ἐπεδείξαντο, ὁρῶντες ἐν πενίᾳ τοὺς πολίτας ὄντας, πλουτοῦντες αὐτοί, ἐν μὲν Κορίνθῳ Θεοκλῆς, καὶ Θρασωνίδης, ἐν δὲ Μυτιλήνῃ Πράξις. Καὶ οὖν καὶ ἄλλοις συνεβούλευον ἐπικουφίσαι τῆς πενίας τὴν ἀνάγκην τοῖς ἀπορουμένοις. Ἐπεὶ δ’ οὐκ ἐπειθον, ἀλλ’ αὐτοὶ γε τὰ ἑαυτῶν ἀρχῶν χρέα, καὶ ἄναντο οὐχ εἰς ἀργύριον, ἀλλ’ εἰς αὐτὴν τὴν ψυχήν. Οἱ γὰρ μὴ ἀφεθέντες, ἐπιθέμενοι τοῖς δανείσαι, προβαλόνμενοι τῆς ὀργῆς τὰ ὅπλα, καὶ εὐλογωτάτην χρεῖαν.