Ancient Greek
23.7
Heraclides Ponticus Junior Gramm., Fragmenta 23.7
Unproofread scanNot analysed yet
τὸν βίον, καὶ γάλα, καὶ φοίνικας αὐτῇ, καὶ τυρὸν προσφέρουσιν, καὶ τροχιά ὀραιὰ, καὶ τὰς ἄλλας ἀπαρχὰς τῶν ἐπιχωρίων. νοῦμην τινὸς τῶν ἄλλων τῶν ἤδη σε δεξιώσαμένων τοῖς δώροις. Ἐπὶ τούτοις ὁ Ἀρταξέρξης ἠσθή, καὶ, Λέγωμαι ἡδέως, φησίν, ἄνθρωπε, τὸ δῶρον, καὶ τιμῶ γε αὐτὸ τῶν πάνυ πολυτιμῶν, καὶ ἰσοστάσιον ἐκείνοις λέγω· πρῶτον μὲν, ὅτι ὕδωρ ἐστὶ τὸ πάντων ἀρίστον, δεύτερον δέ, ὅτι Κίρου ὄνομα ἐν ἑαυτῷ φέρει. Καὶ σὺ δέ μοι καταλλοῦντι ἐν τῷ σταθμῷ πάντως ἐπιφάνηθι. Ταῦτα εἰπὼν προσέταξε τοῖς εὐνοῖχοις λαβεῖν τὸ ἐξ αὐτοῦ δῶρον. Οἱ δὲ τὴν ταχίστην προσυδραμόντες, εἰς χρυσὴν φιάλην ἐδέξαντο ἐκ τῶν χειρῶν αὐτοῦ τὸ ὕδωρ. Ἐλθὼν δέ, ἔνθα κατέλεινεν, ὁ βασιλεὺς, ἔπεμψε τῷ ἀνδρὶ τῷ Πέρσῃ στολὴν Περσικὴν, καὶ φιάλην χρυσήν, καὶ χιλίους δαρεϊκοὺς· καὶ προσέταξε τὸν κομίζοντα αὐτὰ εἰπεῖν τῷ λαμβάνοντι, Κελεύει σε βασιλεύς, ἐκ μὲν τούτου τοῦ χρυσίου εὐφραίνειν τὴν σφεαυτοῦ ψυχήν, ἐπεὶ καὶ σὺ τὴν ἐκείνου εὐφράνας, μὴ αὐτὸν ἀξίωσας, μηδὲ ἀτίμον ἔκασας, ἀλλ’ ὡς ἤδη ἔχωσι, ταύτῃ τιμήσας· βούλεται δὲ σε καὶ τῇ φιάλῃ ταύτῃ ἀφύμωσον πίνειν ἐξ ἐκείνου τοῦ ὕδατος.