Ancient Greek
24.2 to 25.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 24.2-25.1
Unproofread scanNot analysed yet
XXXIII. Περί μεγάλης φοιᾶς τῷ αὐτῷ δεδορημένης. Ῥοῖων ἐπὶ λίχνου μεγίστην Ἡμίσης Ἀρταξέρξῃ τῷ βασιλεῖ ἐλαύνοντι τὴν Περσίδα προσεκόμισε. Τὸ μέγεθος οὖν αὐτῆς ὑπερεκπλάγεις ὁ βασιλεύς, Ἐκ ποίου παραδείσου, φησί, λαβὼν φέρεις μοι τὸ δῶρον τοῦτο; Τοῦ δὲ εἰπόντος, ὅτι οἴκοθεν, καὶ ἐκ τῆς αὐτοῦ γεωργίας, ὑπερήσθη· καὶ δῶρα μὲν αὐτῷ βασιλικὰ ἔπεμψε, καὶ ἐπέιπε, Νὴ τὸν Μίθραν, ἀνὴρ οὗτος ἐκ τῆς ἐπιμελείας ταύτης δυνήσεται καὶ πόλιν, κατὰ γε τὴν ἐμὴν κρίσιν, ἐκ μικρᾶς μεγάλην ποιῆσαι. Ἔοικε δὲ ὁ λόγος ὁμολογεῖν οὗτος, ὅτι πάντα ἐκ τῆς ἐπιμελείας, καὶ τῆς διακροῦς φροντίδος, καὶ τῆς σπουδῆς τῆς ἀνελλιποῦς, καὶ τῶν κατὰ φύσιν δυνάμεων ἂν κρείττονα γενέσθαι.