Ancient Greek
236.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 236.3
Unproofread scanNot analysed yet
XLIX Διὰ τί δ᾽ Φίλιππος τοὺς τῶν δοκιμωτάτων υἱοὺς περὶ τὴν ἑαυτοῦ θεραπείαν εἶχεν. Ὅτι Φίλιππος τῶν ἐν Μακεδονίᾳ δοκιμωτάτων τοὺς υἱεῖς παραλαμβάνων, περὶ τὴν ἑαυτοῦ θεραπείαν εἶχεν, οὔτι πού, φασίν, ἐνυβρίζων αὐτοῖς, οὐδὲ διευτελίζων, ἀλλ᾽ ἐκ τῶν ἐναντίων, καρτερικοὺς αὐτοὺς ἐκπονῶν, καὶ ἕτοιμους πρὸς τὰ δέοντα πράττειν ἀποφαίνων. Πρὸς δὲ τοὺς τρυφῶντας αὐτῶν, καὶ εἰς τὰ ἐπιταττόμενα ὀκνήμους ἔχοντας, διέκειτό, φασί, πολυμίως. Ἀρδόννητον γοῦν ἐμαστίγωσεν, ὅτι τὴν τάξιν ἐκλιπὼν ἐξετράπετο τῆς ὁδοῦ διψήσας, καὶ παρήλθεν εἰς πανδοκεῖον. Καὶ Ἀρχέδαμον ἀπέκτεινεν, ὅτι, προστάξαντος αὐτοῦ ἐν τοῖς ὅπλοις συνέχειν ἑαυτόν, ὧδε ἀπεδύσατο· ἦλπισε γὰρ διὰ τῆς κολακείας καὶ ὑποδρομῆς χειρώσασθαι τὸν βασιλέα, ἄν ἀνὴρ ἦτις τοῦ κερδαίνειν ὤν.