Ancient Greek
237.1 to 240.8
Heraclides Ponticus Junior Gramm., Fragmenta 237.1-240.8
Unproofread scanNot analysed yet
ΕΚ ΤΩΝ ΗΡΑΚΛΕΙΔΟΥ ΠΕΡΙ ΠΟΛΙΤΕΙΩΝ. ΕΚ ΤΩΝ ΗΡΑΚΛΕΙΔΟΥ ΠΕΡΙ ΠΟΛΙΤΕΙΩΝ. I. ΑΘΗΝΑΙΩΝ. ΑΘΗΝΑΙΟΙ τὸ μὲν ἐξ ἀρχῆς ἔχοντο βασιλείᾳ. Συνοικήσαντος δὲ Ίωνος αὐτοῖς, τότε πρῶτον Ἰωνες ἐκλήθησαν. Πανδίων δέ, βασιλεύσας μετ᾽ Ἑρεχθέα, διένειμε τὴν ἀρχὴν τοῖς υἱοῖς. Καὶ διετέλουν οὗτοι στασιάζοντες. Θησεὺς δὲ ἐκήρυξε καὶ συνεβίβασε τούτους ἐπ᾽ ἴση καὶ ὁμοία τιμῇ. Οὗτος ἐλθὼν εἰς Σκῦρον ἐτελεύτησεν, ὡσθεὶς κατὰ πετρῶν ὑπὸ Λυκομήδους, φοβηθέντος, μὴ σφετερισθαι τὴν νῆσον· Ἀθηναῖοι δὲ ὕστερον περὶ τὰ Μηδικὰ μετεκόμισαν αὐτοῦ τὰ ὀστᾶ. Ἀπὸ δὲ Κοδριδῶν οὐκέτι βασιλεῖς ἦρουντο, διὰ τὸ δοκεῖν τρυφᾶν, καὶ μαλακοὺς γεγενέσθαι. Ἱππομένης δέ, εἷς τῶν Κοδριδῶν, βουλόμενος ἀπόσασθαι τὴν διαβολήν, λαβὼν ἐπὶ τῇ θυγατρὶ Λειμῶνῃ μοιχόν, ἐκεῖνον μὲν ἀνεῖλεν, ὑποζεύξας τῷ ἅρματι, τὴν δὲ ἵππω συνέκλεισεν, ἕως ἀπώλετο. Τοὺς μετὰ Κύλωνος, διὰ τὴν τυραννίδα ἐπὶ τῶν βωμῶν τῆς θεοῦ πεφευγότας, οἱ περὶ Μεγακλῆ ἀπέκτειναν. Καὶ τοὺς ὁράσαντας ὡς ἐναγεῖς ἥλαυνον. Σόλων νομοθέτης Ἀθηναίων, χρεῶν ἀποκοπὴν ἐποίησε, τὴν σεισάχθειαν λεγομένην· ὡς δὲ διώχλουν αὐτὸν τινες περὶ τῶν νόμων, ἀπεδήμησεν εἰς Αἴγυπτον. Πεισίστρατος, τριάκοντα τρία ἔτη τυραννήσας, γηράσας ἀπέθανεν. Ἵππαρχος δὲ υἱὸς Πεισιστράτου παιδιώδης ἦν, καὶ ἐρωτικός, καὶ φιλόμουσος· Θεοσάλος δὲ νεώτερος καὶ θρασύς. Τοῦτον τυραννοῦντα μὴ δυνήσαντες ἀνελεῖν, Ὑππαρχον ἀπέκτειναν τὸν ἀδελφὸν αὐτοῦ. Ἵππίας δὲ πικρότερον ἐτυράννει. Καὶ τὸν περὶ ὀστρακισμοῦ νόμον εἰσήγαγσαντο, ὃς ἐτέθη διὰ τοὺς τυραννίζοντας. Καὶ ἄλλοι τε ὀστρακίσθησαν, καὶ Ξανθίππος καὶ Ἀριστείδης. Ἐφιάλτης τοὺς ἰδίους ἀγροὺς ὀπωρίζειν παρεῖχε τοῖς βουλομένοις, ἐξ ὧν πολλοὺς ἐδιέπνιζε. Κλέων παραλαβὼν διέφθειρε τὸ πολίτευμα, καὶ ἐπὶ μᾶλλον οἱ μετ’ αὐτόν, οἱ πάντας ἀνομίας ἀνέπλησαν, καὶ ἀνεῖλον οὐκ ἐλάττους χιλίαν πεντακοσίας. Τούτων δὲ καταλυθέντων, Θρασύβουλος καὶ Ῥίνων προέστησαν, ὃς ἦν ἀνὴρ καλὸς κἀγαθός. Θεμιστοκλῆς καὶ Ἀριστείδης καὶ ἡ ἐξ Ἀρείου πάγου βουλὴ πολλὰ ἐδύναντο, καὶ τῶν ὁδῶν ἐπεμελούντο, ὅπως μὴ τινες ἀνοικοδομῶσιν αὐτάς, ἢ δρυφάκτους ὑπερτείνωσιν.