Ancient Greek
241.7 to 241.8
Heraclides Ponticus Junior Gramm., Fragmenta 241.7-8
Unproofread scanNot analysed yet
Καθίστασι δὲ καὶ Ἑφόρους, καὶ μέγιστον οὕτοι δύνανται· οὐδεὶς γὰρ ὑπανίσταται, πλὴν Βασιλεὺς καὶ Ἑφόρος. Ὅταν δὲ τελευτῇ Βασιλεὺς, τρεῖς ἡμέρας οὐδὲν πωλεῖται, καὶ ἀχύροισ ἡ ἀγορὰ καταπάσσεται. Λακεδαιμόνιοι τὸν Λέσβιον ὦδον ἐτίμησαν· τοῦτού γὰρ ἀκούειν ὁ θεὸς χρησμοδομμένοις ἐκέλευε. Πωλεῖν δὲ τὴν Λακεδαιμονίοις αἰσχρὸν νενομ σται τῆς [γᾶς] ἀρχαίας μοίρας ἀνανέωσθαι οὐδὲν ἔξεστι.