Ancient Greek
242.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 242.2
Unproofread scanNot analysed yet
Τῶν ἐν Λακεδαίμονι γυναικῶν κόσμος ἀφήρηται, οὐδὲ κομᾶν ἔξεστιν, οὐδὲ χρυσοφορεῖν. Τρέφουσι δὲ τὰ τέκνα, ὥστε μηδέποτε πληροῦν, ἵνα ἐθίζωνται δύνασθαι πεινῆν. Ἐθίζουσι δὲ αὐτοὺς καὶ κλέπτειν, καὶ τὸν ἑλόντα κολάζουσι πληγαῖς, ἵν’ ἐκ τούτων πονεῖν καὶ ἀγρυπνεῖν δύνωνται ἐν τοῖς πολέμοις. Μελετῶσι δὲ ἐκ παίδων εὐθὺς βραχυλογεῖν, εἶτα ἐμμελῶς καὶ σκώπτειν καὶ σκώπτεσθαι. Εὐτελεῖς δὲ ταραί, καὶ ἴσαι πᾶσιν εἰσι. Πίνει δ’ ἐν αὐτοῖς οἶνον οὐδεὶς· οὐδὲ γὰρ ἄλευρα κομίζουσι, σιτοῦνται δὲ ἄλφита.