Ancient Greek
242.3 to 242.5
Heraclides Ponticus Junior Gramm., Fragmenta 242.3-5
Unproofread scanNot analysed yet
Ὅτι τοὺς Εἰλωτάς κατεδουλώσαντό ποτε Λακεδαιμόνιοι· Θετταλοὶ δὲ τοὺς Πενέστας. Ὅτι, ὅτε Λακεδαιμόνιοι Μεσσηνίους ἐπολέμουν, αἱ γυναῖκες, ἀπόντων τούτων, παῖδας τινὰς ἐγέννησαν, οὓς ἐν ὑποψίᾳ εἴχον οἱ πατέρες, ὡς οὐκ ὄντας αὐτῶν, καὶ Παρθενίας ἐκάλουν· οἱ δ’ ἠγανάκτουν. III. ΚΡΗΤΩΝ. Τὴν Κρητικὴν πολιτείαν λέγεται πρῶτος καταστῆσαι Μῖνος, πρακτικὸς τε ἄμα καὶ νομοθέτης σπουδαῖος γενόμενος, ἐποιεῖτο δὲ δι’ ἐννὰκον ἔτους τὴν ἐπανόρθωσιν τῶν νόμων. Ὅτι δὲ ἀρχαιοτάτη τῶν πολιτειῶν ἡ Κρητική, ἐμφαίνει καὶ Ὅμηρος, λέγων τὰς πόλεις αὐτῶν ἐν ναυτεώσας· καὶ Ἀρχίλοχος, ἐν οἷς ἐπισκώπτων τινὰ φησιν,