Ancient Greek
243.2 to 244.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 243.2-244.2
Unproofread scanNot analysed yet
IV ΚΤΡΗΝΑΙΩΝ. Κυρήνην ὤκισε Βάττος, ὃς ἐκαλεῖτο πρότερον Ἀριστοτέλης· τῆς δὲ Πυθίας Βάττον’ αὐτὸν εἰπούσης, ὄνομα τοῦτο ἐσχήκεν. Οὗτος ἦλθεν εἰς Δελφοὺς περὶ τῆς φωνῆς πευσόμενος· ἦν γὰρ ἰσχνοφωνος. Τοῦ δὲ θεοῦ κελεύοντος κτίζειν Λιβύην, τὸ μὲν πρῶτον ὀμῆσας ἠδυνάτηκεν. . . . Φερετίμη δὲ, ἡ μήτηρ Ἀρκεσίλαου, ἐβασίλευσε, χαλεπὴ καὶ περίεργος. Πολεμοῦσα γοῦν πρὸς Βακχαιούς, λαβοῦσα δὲ τὴν Βάκχην, τοὺς μὲν ἄνδρας ἀνεσκολόπισ, τῶν δὲ γυναικῶν τοὺς μαστοὺς ἐξέτεμε· μετ’ οὐ πολὺ δὲ ζῶσα κατεσάφη. Βάττος δὲ ἐβασίλευσεν ὁ καλός, ἕβδομος ὢν ἀπὸ τοῦ πρώτου.] Ἀρκεσίλαον δὲ βασιλεύοντος, λευκὸς κόραξ ἑφάνη, περὶ οὗ λόγιον ἦν χαλεπόν. Δημοκρατίας δὲ γενομένης, Βάττος εἰς Ἑσπερίδας ἐλθὼν ἀπέθανε· καὶ τὴν κεφαλήν αὐτοῦ λαβόντες κατέποντιζον.