Ancient Greek
244.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 244.4
Unproofread scanNot analysed yet
Νόμος δὲ ἦν τοὺς πολυνδίκους καὶ κακοπράγμονας ὑπὸ τῶν Ἑφόρων προάγεσθαι, καὶ ζημοῦν τοὺςτους, καὶ ἀτίμους ποιεῖν. V. ΚΟΡΙΝΘΙΩΝ. Κόρινθος Ἐφυρα πρῶτον ἐκαλεῖτο μέχρι Κορίνθου, ἀφ’ οὗ τοὔνομα ἔσχεν. Ἐβασίλευσε δὲ καὶ Βάκχης ὁ τρίτος, χωλὸς καὶ εὐτελὴς τὴν ὕφιν, καλῶς δὲ ἄρχων καὶ πολιτικῶς· ᾧ θυγατέρες μὲν τρεῖς, υἱοὶ δὲ ἑπτά, οἱ τὸ γένος οὕτως ἠξίωσαν, ὥστε Βακχιάδας ἀντὶ Ἡρακλειδῶν καλεῖσθαι τοὺς ἀπ’ αὐτῶν. Περίανδρος δὲ πρῶτος μετέστησε τὴν ἀρχήν, δορυφόρους ἔχων, καὶ οὐκ ἐπιτρέπων ἐν ἀστει ζῆν, ἐπὶ δὲ δούλων κτήσιν καὶ τρυφήν ὅλως περιαιρῶν. Μέτριος δὲ ἦν ἐν ἄλλοις, τῷ τε μηδένα τέλος πράσσεσθαι, δοκεῖσθαι τε τοῖς ἀπὸ τῆς ἀγορᾶς, καὶ τῶν λιμένων, καὶ τῷ μήτε ἀδικος, μήτε ὑβριστικὸς εἶναι. Μισοπόνηρος δὲ [ὢν], τὰς προαγοοὺς πάσας κατεπόντισε.