Ancient Greek
246.2 to 246.6
Heraclides Ponticus Junior Gramm., Fragmenta 246.2-6
Unproofread scanNot analysed yet
Πάρον τὴν νῆσον ὤκισε Πάρος, ἐξ Ἀρκαδίας λαὸν ἀγών. Ἀρχίλοχον τὸν ποιητὴν Κόρας ὄνομα ἐκτενεε, πρὸς ὃν φασιν εἰπεῖν τὴν Πυθίαν, Ἔξειδι νηοῦ. Τοῦτον δὲ εἰπεῖν, Ἄλλὰ καθαρός εἰμι, ἀναξ· ἐν χειρῶν γὰρ νόμῳ ἐκτεῖνα. IX ΚΕΙΩΝ. Ἐκαλεῖτο μὲν Ἔδροῦσσα ἡ νῆσος. Λέγονται δὲ οἰκῆσαι νύμφαι πρότερον αὐτήν· φοβησάντος δὲ αὐτὰς λέοντος, εἰς Κάρυστον διαβῆναι. Διὸ καὶ ἀκρωτήριον τῆς Κέω Λέων καλεῖται. Κέως δ’ ἐκ Ναυπάκτου διαβὰς ὤκισε, καὶ ἀπ’ αὐτοῦ ταύτην ὀνόμασαν. Ἀριστάδον δὲ φασι μαθεῖν παρὰ νυμφῶν τὴν τῶν προβάτων καὶ βοῶν ἐπιστήμην, παρὰ δὲ βοιοδὸν τὴν μελιτουργίαν, φθογξ οὐσης φυτῶν καὶ ζώων, διὰ τὸ μὴ πνεῖν ἐτησίαις.