Ancient Greek
246.7
Heraclides Ponticus Junior Gramm., Fragmenta 246.7
Unproofread scanNot analysed yet
Ἀριστείδης ἐπεμελεῖτο γυναικῶν εὐκοσμίας. Καὶ τὸ παλαιὸν ὕδωρ ἐπινον οἱ παῖδες, καὶ αἱ κόραι μέχρι γάμου. Ἐν ταύτῃ τῇ νήσῳ ἐπὶ τοῖς τελευτῶσιν οὐδὲν ἐστι πένθος ἐν ἀνδράσι περὶ ἐσθῆτα ἢ κουράν· μητρὶ δὲ, νέου τελευτήσαντος, ἐνιαυτός. Οὕσης δὲ ὑγιεινῆς τῆς νήσου, καὶ εὐήθων τῶν ἀνθρώπων, μάλιστα δὲ τῶν γυναικῶν, οἱ περιμένοντες γεραμὸν τελευτὴν, ἀλλά ποὺν ἀσθενήσαι, ἢ πηρωθῆναι τι, οἱ μὲν μήκωνι, οἱ δὲ κανελέω ἑαυτοὺς ἐξάγουσι.