Ancient Greek
252.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 252.1
Unproofread scanNot analysed yet
στόλῳ πολλῷ, εἰς Ἱππυγίαν ἐλθὼν πολεμοῦσαν πρὸς τοὺς Βρεντησίους, καὶ τιμῶν ἐνυχεῖν. Γαμεῖ ἕκαστος τρεῖς καὶ τέσσαρας, εἰσὶ δὲ οἱ καὶ τριάκοντα· καὶ ὡς θεραπεύαις χῶνται. Καὶ ἐκ περιόδου σύνεισιν αὐταῖς, καὶ λούει καὶ διακονεῖ. Καὶ πλεῖσται μετὰ τὴν χῆσιν χαμαὶ κοιμῶνται. Κἄν δυσχεραίνη τις, οἱ γονεῖς ἀποδόντες ὁ ἐλαβον, ἀπεκομίσαντο τὴν θυγατέρα· τιμὴν γὰρ λαμβάνοντες συνάπτουσιν αὐτὰς. Καὶ ἀποθανόντος τοῦ ἀνδρὸς, ὥσπερ τἆλλα, οὕτω καὶ τὰς γυναῖκας κληρονομοῦσι.