Ancient Greek
252.5 to 253.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 252.5-253.3
Unproofread scanNot analysed yet
Μινῶν τὴν ἐν Σικελίᾳ, Μακάρων ἐκάλουν πρότερον. Ἔπειτα Μῖνος, ἀκούσων Δαίδαλον ἐνταῦθα μετὰ στόλου παραγεγονέναι, ἀναβὰς ἐπὶ τὸν Ἀλυκὸν ποταμόν, τῆς πόλεως ταύτης ἐκυρίευσε· καὶ νικήσας τοὺς βαρβάρους, ἀφ’ ἑαυτοῦ προσωνόμασε αὐτήν, νόμους χρητικοὺς θείς αὐτῇ. Ἔγένετο Λοκρὸς Ξενόκριτος, τυφλὸς ἐκ γενετῆς ποιητής, καὶ Ἑρμῖππος. Παρ’ αὐτοῖς ὀδύρεσθαι οὐκ ἔστιν ἐπὶ τοῖς τελευτησάσιν, ἀλλ’ ἐπειδὰν ἐκκομίσωσι, εὐχοῦνται. Καπηλεῖον οὐκ ἔστι μεταβολικὸν ἐν αὐτοῖς, ἀλλ’ ὁ γεωργὸς πολεῖ τὰ ἴδια. Ἐὰν ἀλῶ τις ἵππων, τοὺς ὀφθαλμοὺς ἐξορύττεται. Ζαλεύχου υἱὸς ἕάλω, καὶ τῶν Λοκρῶν αὐτον ἀφέντων, οὐχ ὑπέμεινεν, αὐτοῦ δὲ ἕνα καὶ τοῦ ἕνα ἐξέλειν. Πολέμαχος ἐπισηκῆσας, τὸν τῶν Κορινθίων ἀπέφυγε στόλον. Καὶ μυθολογοῦσιν, ὅτε καθεύδοι νύκτωρ, τὰς γαλᾶς δάκνειν αὐτόν, καὶ τέλος διαποροῦντα ἑαυτὸν ἀνελεῖν. XXX. ΧΑΛΚΙΔΕΩΝ. Κατώκησαν δὲ καὶ Κλεωνὸς Χαλκιδεῖς οἱ ἐν τῇ Ἀθῃ, ἐξανιστάντες ἐξ Ἐλυμνίου, ὡς μὲν μυθολογοῦσιν, ὑπὸ μυῶν, οἱ τὰ τ᾿ ἄλλα κατήσθιον αὐτῶν καὶ τὸν σίδηρον. Νόμος δὲ ἦν Χαλκιδεῦσι μὴ ἀρξαι, μηδὲ πρεσβεύσαι, νεώτερον ἐτῶν πεντήκοντα.