Ancient Greek
266.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 266.1
Unproofread scanNot analysed yet
ἦκε παρὰ βασιλέα, καὶ ἔφη δίκαια ποιῆσαι· Πρότερος γὰρ ἐκείνος, οὐδὲν κακὸν παθὼν, ἐμὲ διεβάλεν, ἔφη, παρὰ σοι, ὡς με κτείνειν ἄς τε καὶ τὴν τῆς Βαβιλῶνος ἀρχὴν αὐτῷ δοῦναι. Ἄρταϊὸς δὲ ἔφη δικαιότερα Παρσώνδην αἰτεῖσθαι· χρῆναι γὰρ μὴ σαντῷ δικάζειν, μηδὲ τοιαύτας ἐξευρίσκειν δίκας, ἀλλὰ ἐμοὶ ἐπιτρέπειν τὴν κρίσιν· τέλος δὲ σοι ἐς δεκάτην ἐξοίσω ἡμέραν τὸ σοι πρέπον. Ὁ δὲ Νανάρος, ταῦτα ἀκούσας, ἐν δεινῷ φόβῳ ἦν καὶ ἐπὶ Μιτραφέρινν καταφεύγει, ὃς ἦν τῶν εὐνούχων δυνατώτατος, καὶ ὑπισχνεῖτο αὐτῷ χρυσίου τάλαντα δέκα, καὶ φιάλας χρυσὰς δέκα, καὶ ἀργυρὰς διακοσίας, καὶ ἀργυροῦ νομίσματος τάλαντα ἑκατόν, καὶ ἄλλας ἐσθήτας πολυτελεῖς, βασιλεῖ δὲ χρυσοῦ μὲν τάλαντα ἑκατόν, καὶ φιάλας χρυσὰς ἑκατόν, ἀργυρὰς δὲ τριακοσίας, ἀργυροῦ δὲ νομίσματος τάλαντα χίλια, ἐσθητὰς τε παμπληθεῖς, καὶ ἄλλα πολλὰ καλὰ δῶρα, εἰ τὴν ψυχὴν αὐτῷ ἐξαιτήσεται καὶ τὴν Βαβυλῶνος βασιλείαν παρὰ Ἄρταιου. Καὶ ὁ εὐνοῦχος ἦλθε παρὰ βασιλέα, καὶ πολλὰ δεηθεὶς, ὡς ὧν τιμῆς τῆς πρώτης, εἶπεν, ὅτι οὐκ εἶθ θανάτου ἄξιος ὁ ἀνήρ· οὐ γὰρ κτείνειν Παρσώνδην, ἀλλὰ ἔβρισθεῖς καὶ δεινὰ παθὼν ἀνθρβρίσειεν. Εἰ δὲ καὶ θανάτου εἴη ἄξιος, ἐμοί, ὡ δέσποτα, ὃς, ἔφη, τὴν χάριν ταύτην καὶ τὴν παραίτησιν ὑπὲρ αὐτοῦ. Δώσει δὲ ὁ ἀνὴρ σοὶ μὲν τῷ δεσπότῃ πολὺν χρυσόν τε καὶ ἀργυρον, Παρσώνδῃ δέ, ποινὴν ὧν ἔδρασεν, ἑκατὸν τάλαντα ἀργυρίου. Ἥδειστοι τούτοις ὁ βασιλεὺς, καὶ τοῦτο τὰ τέλος ἐπέμπει Νανάρῳ. Καὶ