Ancient Greek
267.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 267.1
Unproofread scanNot analysed yet
ὁ μὲν προσεκίνησε· Παρσώνδης δὲ, κινδὺν τὴν κεφαλήν, Ὦλοιτο, ἔφη, ὁ πρῶτος χρυσὸν ἐξευρὼν εἰς ἀνθρώπων γένος· διὰ τοῦτο γὰρ ἐγὼ νῦν γέλως γέγονα ἀνδρὶ Βαβυλωνίῳ. Καὶ ὁ εὐνὸχος, αἰσθόμενος αὐτὸν βαρέως φέροντα, Ἦ γὰρ δὴ, ἔφη, παῦσαι ὀργιζόμενος, καὶ μοι πείθου, φίλος τε γίνου Νανάρῳ· ταῦτα γὰρ δεσπότης βούλεται. Ὁ δὲ Παρσώνδης καιρόν ἐτήρει ἀμύνασθαι, εἰ δύναιτο, τὸν τε εὐνὸχον καὶ Νάναραν, καὶ εὖρε, καὶ ἠμύνατο.