Ancient Greek
274.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 274.2
Unproofread scanNot analysed yet
Ὅτι Λυκούργῳ τοιαύδε ἡ τελευτὴ τοῦ βίου ἐγένετο. Βουλόμενος, ὡς φασί, τὸν θεὸν ἐρέσθαι περὶ τινων ὑπολοίπων νόμων, ἀφικνεῖ Λακεδαιμονίους, ἀχρις ἐπάνεισι, μηδένα λύσων τῶν κειμένων. Ὁμοιούντων δ, ἐπεὶ χρηστηριαζόμενος ἤκουσε παρὰ τοῦ θεοῦ, ὡς εὐδαίμων ἡ πόλις ἔσοιτο, εἰ τοὺς ἐκείνου νόμους ἐμμένει, ἔγνω μηκέτι ἐπανελθεῖν, τὸ βέβαιον τῆς φυλακῆς ἐκ τοῦ ὄρκου ποιησάμενος. Καταβὰς δὲ εἰς Κρήσαν αὐτὸν διεργάζεται. Λακεδαιμόνιοι δὲ αἰσθόμενοι, διὰ τε τὴν προτέραν ἀρετὴν καὶ τὴν τότε κριθείσαν περὶ τὸν θάνατον, καὶν τε αὐτῷ ἐτεμένησαν, καὶ βωμὸν ἰδρύσαντες θύουσιν ὡς ἡγοῖ ἀνὶ πᾶν ἔτος. Περιφανὴς γὰρ δὴ Σπαρτιάτοις αὐτὸς μόνος ἐγένετο τῆς εἰς ἅπαν ἀρετῆς τε καὶ ἡγεμονίας, οὐδὲν ἀμείνων τῶν ἄλλων πάλαι διακειμένων· οὐ μόνον ὅτι αὐτοῖς νόμους ἔθετο ἀρίστοὺς, ἀλλὰ καὶ ὅτι ἄκοντας προὔτρεφετο χρήσθαι αὐτοῖς τρόπῳ τούδε. Δύο σκύλακας λαβὼν ἀπὸ τῆς αὐτῆς μητρὸς ἔτρεφε, χωρὶς δὲ ἀλλήλων ἀνομοίοις ἤθεσι· τὸν μὲν κατ’ οἶκον, ὥρα τε διδοὺς καὶ τὴν ἄλλην λυχνείαν, τὸν δὲ ἐν κυνηγεσίαις ἤτηρᾶν ἀνωγκάζων καὶ σιβεῦιν ἐν ὕρεσιν. Ὡς δ’ ἐκάτερος αὐτῶν ὁμοῖος ἐγένετο τῇ τροφῇ, Σπαρτιάταις ἐκκλησιάζουσι πρὸς τοὺς περιοίκους πολέμου πέρι, καὶ