Ancient Greek
275.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 275.1
Unproofread scanNot analysed yet
ἀμιχανοῦσι, παραγαγὼν ἀμφοτέρους εἰς μέσον, καὶ σὺν αὐτοῖς δόρκους τε καὶ ζώμους καὶ ὄψα ἐσκευασμένα, ἔλεξεν· Ἄλλ’ ὅτι μέν, ὦ Σπαρτιῶται, τοῦ εὖ τε καὶ κακῶς πράττειν οὐδ’ ἄλλοῦ ἔστιν αὐτίσω πλήν τοῦ ἔξεσιν χρήσθαι φαύλοις ἢ σώφροσι, πάρεστιν ὑμῖν ὁρᾶν. Οἶδε γέ τοι (τοὺς σκύλακας δεῖξας), τῆς αὐτῆς μητρὸς ὄντες, ἐναντίως δὲ ἀλλήλοις τεθραμμένοι, παρ’ αὐτὸ τοῦτο ἀνθόμοιοι ἐκβεβήκασιν. Ὁ μὲν γὰρ θηρᾶν μαθὼν, ὁ δὲ λιχενεύειν, οὐδὲν ἀντὶ τοῦδε, εἰ παρέχοι, ποιήσει. Καὶ ἄμα προστάξας τῷ κυνοῦλκῷ μεθεῖναι ἀμφοτέρους ἐπὶ τὰ ἡτοιμασμένα. Τῶν δὲ ὁ μὲν κατοικιδίος ἐπὶ τοῦ μὲν ὠρμήσεν, ὁ δὲ θηρατὴρ ἐπὶ τὸν δόρκον, καὶ καταλαβὼν ἐσπάρτατε. Καὶ Λυκούργος πάλιν, Ταῦτα, ἔφη, νομίζετε, ὦ Σπαρτιῶται, καὶ εἰς ὑμᾶς τείνειν καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους· ὅποιοις γὰρ ἂν ἔθεσι καὶ νόμοις χρήσητε, τοιούτους ἀποβήσεσθε ἀνὰ γῆν πρὸς τε πόνους καὶ τρυφήν· πάντα γὰρ ἀνθρώποις μαθητὰ οἱ θεοὶ ἔδωσαν. Ἔπειτα δὲ τῷ μὲν πονεῖν ἐθέλειν τὸ ἐλευθέρους εἶναι, καὶ τὸ εὖ πράττειν καὶ κρατεῖν πάντων· τῷ δὲ ἡδυπαθεῖν τὸ τε δουλεύειν καὶ κακουρεῖν, καὶ μηδενὸς ἀξίους εἶναι. Ὁ μὲν τοιαῦτα λέγων προὔτρεπετο τοὺς Σπαρτιῶτας μεταβαλεῖν τε τὸν καθεστῶτα τρόπον τοῦ βίου, καὶ βελτίους νόμους ἐθισθῆναι. Οἱ δὲ, πεισθέντες, οὐ τῶν περιοίκων μόνον, ἀλλὰ καὶ πάντων Ἑλλήνων διαφανῶς ἀρίστοι ἐγένοντο, ἡγεμόνες τε συνεχῶς, ἐξ οὗ παρεδέξαντο τοὺς νόμους, ἐπὶ ἔτη πεντακόσια, καὶ οὐ πολλοῦ χρόνου ἐπὶ μέγα ἐχώρησαν δυνάμεως.