Ancient Greek
277.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 277.2
Unproofread scanNot analysed yet
Ὅτι Σαδυάττης ὁ Λυδῶν βασιλεύς, Ἀλυάττω παῖς, ἦν μὲν τὰ πολέμια γενναῖος, ἄλλως δὲ ἀκόλαστος. Καὶ γὰρ ποτε τὴν ἑαυτοῦ ἀδελφὴν, γυναῖκα Μιλῆτου, ἀνδρὸς δοκίμου, καλέσας ἐφ’ ἑορτὴν βίᾳ ἥσχυνε, καὶ τὸ λοιπὸν αὐτὴν ἔχει γυναῖκα. Ὁ δὲ Μιλῆτος ἦν Μέλανος τοῦ Γύγου γαμβροῦ ἀπόγονος. Ἀσυνασχετῶν δὲ ἐπὶ τούτοις, φεύγων ἤλθετο εἰς Ἀσσύλιον. Σαδυάττης δὲ κακέθεν αὐτὸν ἐξέωσεν. Ὁ δὲ ἀπεχώρησεν εἰς Προκόννησον. Σαδυάττης δὲ ὀλίγον ὕστερον ἐγμὲν ἐτέρας δύο γυνάικας ἀλλήλαις ἀδελφάς, καὶ ἔχει παῖδας, ἐκ μὲν τῆς Ἀττάλης, ἐκ δὲ τῆς Ἀδραμυν νόθους· ἐκ δὲ τῆς αὐτοῦ ἀδελφῆς γνήσιον Ἀλυάττην.