Ancient Greek
277.3 to 277.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 277.3-4
Unproofread scanNot analysed yet
Ὅτι Ἀλυάττης ὁ Σαδυάττου υἱός, βασιλεύς Λυδῶν, ὡς μὲν νέος ἦν, ὑβριστὴς ἦν καὶ ἀκόλαστος, ἐκβάς δὲ εἰς ἄνδρας, σωφρονέστατος καὶ δικαιότατος. Ἐπολέμησε δὲ Συμυρνοῖς, καὶ εἷλεν αὐτῶν τὸ ἄστυ. Ὅτι Ἀλυάττης ὁ Κροῖσου πατήρ, τοῦ Λυδῶν βασιλέως ἐπὶ Καρίαν στρατεύων, παρήγγειλε τοῖς ἑαυτοῦ στρατοῖς ἄγειν εἰς Σάρδεις ἐν ἡμέρᾳ τακτῇ, ἐν οἷς καὶ Κροῖσος, ὅστις ἦν αὐτοῦ πρεσβύτατος τῶν παίδων, ἄρχων ἀποδειγμένος Ἀδραμυττίου καὶ