Ancient Greek
280.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 280.1
Unproofread scanNot analysed yet
νιὸν ἀχθῆναι οἱ, ὃς οὐκέτι ἐπεπύρωτο τὴν φωνήν, ἐξ οὗ το πρῶτον ἐφθέρξατο· ἦν δὲ καὶ τὰλλα ἐμφρων. Καὶ ὁ Κῦρος ἄγειν ἐκέλευσε τὸν νεανίσκον. Καὶ μετ’ οὐ πολὺ ἤγειτο ἐπομένη αὐτῷ πολὺν ἁλκων. Θεοσάμενος δὲ αὐτὸν ὁ Κροῖσος οὐκέτ’ ὁ αὐτὸς ἦν, ἀλλὰ τότε πρῶτον ἐδιάκρουσεν. Ὁ δὲ μετὰ κλαυθμοῦ καὶ βοῆς προσπεσὼν πρὸς τὸν Κροῖσον, Οἴμοι, πάτερ, ἔφη, ἡ σὴ εὐσβεία. Πότε δ’ ἡμῖν οἱ θεοὶ βοηθήσουσιν; Ἀποβλέψας δὲ εἰς τοὺς Πέρσας, Ἄγεθ’, ἔκτεινε, κἀμὲ, ἔφη, καὶ συνεμπρήσατε· καγὼ γὰρ ὑμῶν πολέμιος εἰμὶ ἤτιν ἢ ὁ πατήρ. Καὶ ὁ Κροῖσος, Οὐχ ὁρθῶς λέγεις, ἔφη, μόνος γὰρ ἐγὼ τὸν πόλεμον ἐξήνεγκα, ὑμῶν δὲ καὶ τῶν ἄλλων Λυδῶν οὐδεὶς· ἐμὲ χρὴ καὶ τὴν τιμωρίαν ὑποσχεῖν. Ἐμφεὺς δὲ τῷ πατρὶ ὁ νεανίσκος οὐκέτ’ ἀρίστατο· ἀλλ’ ὀδυρόμενος οἴκτον πάντα ἀνέπλησεν, ἀφειὲς καὶ ἑαυτὸν ἄγειν ἐπὶ τὴν πυράν. Οὐ γὰρ, ἔφη, λελείψομαι τῆς σῆς μοίρας, ὦ πάτερ. Εἰ δὲ νῦν με οὐκ ἐάσουσιν, ἀλλὰ προσδέχο με ταχύ. Τί ἐστι μοι τοῦ βίου ἐλπίς; ὃς ἐξ οὗ περ ἔφυν, ἀεὶ μὲν σοὶ λυπηρὸς ἦν, ἀεὶ δ’ ἐμαντῶ· εὐτυχούντα μὲν ἐκτρεπόμενος ὑπ’ αἰδοῦς διὰ τὴν τότε μοι προσούσαν ἀφωνίαν τε καὶ λάβρην· ἐπεὶ δ’ ἡξήμεθα δυστυχεῖν, τότε πρῶτον φωνὴν ἔσφικα, καὶ μ’ εἰς τοῦτο μόνον ἤρθησαν οἱ θεοὶ, ὅπως ἂν οἴκωσι τὰς ἡμετέρας τύχας. Ὁ δὲ πατὴρ ἔφη, Μὴ παντάπασι, ὦ παῖ, σεαυτὸν ἀπογνῶς, νέος ὢν, καὶ πολλοῦ σοι ἐπὶ ὄντος τοῦ λοιποῦ βίου, ὅπου γε κἀμοὶ λείπεται τις ἐλπίς ὅμως, καὶ οὕτω τῶν θεῶν ἀπεγνων. Ἄμα δὲ ταῦτα λέγοντι προσῆσαν