Ancient Greek
281.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 281.1
Unproofread scanNot analysed yet
πολλαὶ δὴ τινες θεράπαιναι, κομιζουσαι ἐσθητας πολυτελεῖς καὶ ἄλλων παμπληθῆ κόσμον, ὅν ἐπεμφαν συγκατακαησόμενον αἱ τῶν Λυδῶν γυναῖκες. Ὁ δὲ, τὸν υἱὸν ἀσπασάμενος καὶ τοὺς ἐν κύκλῳ Λυδούς, ἐπὶ τὴν πυρὰν ἦει. Καὶ ὁ παῖς, εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἀνασχὼν, Ὦνῶξ Ἀπολλον καὶ θεοὶ πάντες, εἶπεν, οὐσύνθαις ὁ πατὴρ ἐτίμησεν, ἔλθετε νῦν γε ἡμῖν βοηθοί, καὶ μὴ συναπόλοιτο Κροῖσω πᾶσα ἀνθρώπων εὐεὐξεια. Ταῦτα εἰπόντα μόλις ἀπῆγον οἱ φίλοι, βιαζόμενον εἰς τὴν πυρὰν αὐτὸν συντεμβάλλειν. Κροίσου δὲ ἐπιβαίνοντος αὐτῇ, ἡ Σίβυλλα ὤφθη ἀπὸ τινος ὑψηλοῦ χωρίου καταβαίνουσα, ἵνα καὶ αὐτὴ ἴδῃ τὰ γινόμενα. Ταχὺ δὲ θροῦς ἦλθε διὰ τοῦ ὁμίλου, ὅτι ἡ χρησμοδός ἦκει, καὶ ἐν προσδοκίᾳ πάντες ἐγένοντο, εἰ τι πρὸς τὰ παρόντα θεῖοῖσε. Καὶ μετ’ οὐ πολὺ ἔντονον τι φθεγξαμένη βοᾷ·