Ancient Greek
282.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 282.1
Unproofread scanNot analysed yet
καθῆστο, καὶ σὺν αὐτῷ δὶς ἑπτά Λυδῶν· ἐν κύκλῳ δὲ Πέρσαι δάδας ἔχοντες ἥπτον. Σιωπῆς δὲ γενομένης, στενάζας μέγα, εἰς τρὶς ἀνακαλεῖται πάλιν Σόλωνα. Καὶ ὁ Κῦρος ἀκούσας ἐδάκρυσεν, ἐννοήσας ὅτι νεμεσῆτα ὁρᾷ, βιασθεὶς ὑπὸ Περσῶν, βασιλέα οὐδὲν ἐλάττονα αὑτοῦ τὴν τύχην ἐμπιπράς. Συνεκάχυντο δὲ ἡδὴ καὶ Πέρσαι τὰ μὲν ἐπὶ Κροῖσον, τὰ δὲ ἐπὶ τῇ ἀφετῇ τῷ βασιλεῖ, δρῶντες ἀχθόμενον ἐπὶ τούτοις, καὶ ἐκέλευον σῴζειν Κροῖσον. Ταχὺ δὲ Κῦρος πέμψας τοὺς ἀμφ᾽ αὑτόν, ἐκέλευσε τὴν πυρὰν σβεννύναι. Ἡ δὲ ἧθετο, καὶ οὐκέθ᾽ οἷόν τ᾽ ἦν ἐξημμένην ἐν κύκλῳ προσιέναι τινί. Φασὶ δὴ Κροῖσον, ἐμβλέψαντα εἰς τὸν οὐρανόν, εἰξαθᾶι τῷ Ἀπόλλωνι ἀρξῆναι οἱ, ὥστε καὶ οἱ ἐχθροὶ σῴζειν αὐτὸν ἐθέλοντες οὐ δύναντο. Χειμὼν δ᾽ ἐτυχὲ τὴν ἡμέραν ἐκείνην ἐξ ἧτός, οὐ μὴν ὑετὸς γε. Κροῖσον δ᾽ εἰσαμένου ζοφεροῦ ἐξαίφνης ἀπὸ συν-έδραμε νεφοῦμενος πᾶντοθεν, βρονταὶ τε γίνονται καὶ ἀστραπαὶ συνεχεῖς· τοσοῦτος δὲ καταρ-ραγὴ ὑετός, ὥστε μὴ μόνον τὴν πυρὰν σβεσθῆναι, ἀλλὰ καὶ τοὺς ἀνθρώπους μόλις ἀντέχειν. Κροῖσῳ μὲν οὖν ταχὺ στέγασμα προ-φωροῦν ὑπερέτεινον· τοῖς δὲ ἀνθρώποις τὰ μὲν ὑπὸ ζόφου καὶ λαίλαπος ταραττομένοις, τὰ δὲ ὑπὸ τῶν ἀστραπῶν, [καὶ] καταπατουμένοις ὑπὸ τῶν ὕππων, τραχυνμένων τρὸς τὸν ψόφον τῶν βροντῶν, δείματα δαιμόνια ἐπέπιπτε, καὶ οἱ τε τῆς Σιβύλλης χρησμοὶ καὶ τὰ Ζωροάστρου λόγια