Ancient Greek
283.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 283.1
Unproofread scanNot analysed yet
εἰσῆλθε. Κροῖσον μὲν οὖν ἐβδὸν ἔτι μᾶλλον ἢ πύλαι σώζειν· αὐτοὶ δὲ καταπίπτοντες εἰς γῆν προσεκύνουν, εὐμένειαν παρὰ τοῦ Θεοῦ αἰτοῦμενοι. Φασὶ δὲ τινὲς Θαλὴν, προειδόμενον ἐκ τινων σημειῶν ὀμβρον γενησόμενον, καὶ ἀναμένειν τὴν ὥραν ἐκείνην. Τὸν γε μὴν Ζωροάστην, Πέρσαι ἀπ’ ἐκείνου διεῖπαν, μήτε νεκροὺς καίειν, μὴτ’ ἄλλως μιάινειν πῦρ, καὶ πάλαι τοῦτο καθεστῶς τὸ νόμιμον τότε βεβαιωσάμενοι. Κύρος δ’ εἰς τὰ βασίλεια Κροῖσον ἄγων πᾶρεκάλει τε καὶ ἐφιλοφρονεῖτο, πειθόμενος εἶναι Θεοσεβέστατον· ἐκέλευε τε, εἰ τι βούλεται οἱ γενέσθαι, μὴ ὀκνεῖν, ἀλλ’ αἰτεῖσθαι. Ὁ δὲ εἶπεν, Ὦ δέσποτα, ἐπεὶ μέ σοι Θεοὶ ἔδοσαν, σὺ τε χρηστὰ ἐπαγγέλλεις, αἰτοῦμαί σε δοῦναί μοι πέμψαι Πυθώδε τὰς πέδας ταύδε, καὶ τὸν Θεὸν ἐρωτᾶν, τί παθὼν ἐξηπάτα με τοῖς χρησμοῖς ἐπάρας στρατεύειν ἐπὶ σὲ ὡς περιεσόμενον· ἐξ ὧν αὐτῷ ταῦδε ἀκροθίνια πέμψω (δεῖξας τὰς πέδας)· καὶ τί δήποτε ἀμνημονοῦσι χάριτος οἱ τῶν Ἑλλήνων Θεοί· Κύρος δὲ γελάσας καὶ ταῦτα ἐφη δώσειν, καὶ ἄλλων οὐκ ἀτιμήσειν αὐτὸν μειζόνων. Κύρος δὲ ὀλίγου χρόνου φίλον ἐποιήσατο Κροῖσον, ἐξὼν τε ἐκ Σαδέων ἀπέδωκε παῖδας καὶ γυναῖκας, καὶ σὺν αὐτῷ ἐπύγγο. Φασὶ δὲ τινὲς καὶ ἐπιτρέψαι ἂν αὐτῷ τὴν πόλιν, εἰ μὴ ὕστερ νεωτεριεῖν.