Ancient Greek
283.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 283.2
Unproofread scanNot analysed yet
Ἐν ᾧ δὲ οὗτοι περὶ ταῦτα ἦσαν, ὁ Φανιστίλος ἀπᾶγεται πρὸς Ἀμόλιον. Δειδιὼς γὰρ μὴ οὐ πιστῶ δόξῃ τῷ Νομέτωρ λέγειν ὁ Φαυστίλος, ἄνευ ση-μείων ἐμφανῶν μεγάλου πράγματος μηνυτῆς γενό-μενος, τὸ γνώρισμα τῆς ἐκθέσεως τῶν βρεφῶν, τὴν σκίφην ἀναλαβὼν, ὀλίγον ὑστερὸν ἐδίωξεν εἰς τὴν πόλιν. Λεχόμενον δ᾽ αὐτὸν τὰς πύλας ταραχω-δῶς πάνυ, καὶ περὶ πολλοῦ ποιούμενον μηδενὶ ποιῆσαι καταφανῆς τὸ φερόμενον, τῶν φυλάκων τις καταμαθὼν (ἦν δὲ πολεμίων ἐφόδου δέος, καὶ τὰς πύλας οἱ μάλιστα πεπιστευμένοι παρὰ τοῦ βασιλέως ἐφρούρουν), συλλαμβάνει δή, καὶ τὸ κρυπτὸν ὅ τι δήποτ᾽ ἦν καταμαθεῖν ἀξιῶν ἀποκαλύπτει βίᾳ τὴν περιβολήν. Ὡς δὲ τὴν σκάφην ἐθεάσατο, καὶ τὸν ἄνθρωπον ἔμαθεν ἀπορούμενον, ἠξίου λέγειν, τις ἡ ταραχή, καὶ τί τὸ βούλημα τοῦ μὴ φανερῶς εἰσ-φέρειν σκεῦος, οὐδὲν δεόμενον ἀποδήρητον φορᾶς. Ἐν δὲ τούτῳ πλείους τῶν φυλάκων συνέδραμον· καὶ τις αὐτῶν γνωρίζει τὴν σκίφην, αὐτὸς ἐν ἐκείνῃ τῃ παιδία κομίσας ἐπὶ τὸν ποταμόν, καὶ φράζει πρὸς τοὺς παρόντας. Οἱ δὲ συλλαβόντες τὸν Φαυστίλον ἄγουσιν ἐπ᾽ αὐτὸν τὸν βασιλέα καὶ διηγούνται τὰ γενόμενα. Ἀμύλος δέ, ἀπειλῇ βασιλῶν κατα-πληξάμενος τὸν ἄνθρωπον, εἰ μὴ λέξει τὰς ἀλη-θείας ἔχων, πρώτων μὲν, εἰ ζῶσιν οἱ παῖδες, ἠρέτο· ὡς δὲ ταῦτ᾽ ἔμαθε, τῆς σωτηρίας αὐτοῖς ὅτις ὁ τρόπος ἐγένετο. Διηγησαμένου δὲ αὐτοῦ πάντα ὡς ἐπράχθη, Ἄγε δή, φησὶν ὁ βασιλεύς, ἐπειδὴ ταῦ-τα ἀληθεύσας ἔχεις, φράσον, ὅπου νῦν ἂν εὑρε-θείεν· οὐ γάρ ἐτι δίκαιοί εἰσιν ἐν βουκόλοις καὶ ἀδόξῳ βίῳ ζῆν, ἐμοῖγε ὄντες συγγενεῖς, ἀλλὰς τε