Ancient Greek
289.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 289.1
Unproofread scanNot analysed yet
ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΚΑΙΣΑΡΟΣ ΑΓΩΓΗΣ. ΟΤΙ εις τιμης ἀξιωσιν τούτον οὕτω προσέκλιν οἱ ἄνθρωποι, ναοὶς τε καὶ θυσίαις γεραίρουσιν, ἀνὰ τε νήσους καὶ ἡπείρους διηγημένοι, καὶ κατὰ πόλεις καὶ ἔθνη, τὸ τε μέγεθος αὐτοῦ τῆς ἀρετῆς καὶ τὴν εἰς ὧρας εὐεργεσίαν ἀμειβόμενοι. Δυνάμεως γὰρ καὶ φρονήσεως εἰς τὰ πρῶτα ἀνελθὼν οὕτος ὁ ἄνηρ, πλειστων μὲν ἥρξεν ἀνθρώπων τῶν διὰ μνήμης, μακροτάτους τε ὅρους ἐποίησατο τῆς Ῥωμαίων δυναστείας, εἰς τε τὸ βεβαιότατον οὐ τὰ φύλα μόνον καὶ Ἑλλήνων καὶ βαρβάρων, ἀλλὰ καὶ αὐτὰς τὰς διανοίας κατεστήσατο, τὸ μὲν πρῶτον σὺν ὅπλοις, μετὰ δὲ ταῦτα καὶ ἄνεν ὅπλων, ἐθελουσίους τε προσάγων· διὰ [δὲ] τὸ μᾶλλον ἐπὶ ἔνδελος γίνεσθαι τῇ φιλανθρωπίᾳ, ἐπεισεν ἑαυτοῦ ἀκροᾶσθαι, ὧν δὴ πρότερον οὐδὲ ὀνόματα ἠπίσταντο οἱ ἄνθρωποι, οὐδὲ τινος ὑπηκοὶ ἐγένοντο διὰ μνήμης, ἡμερωσάμενος, ὅποσοι ἐντὸς Ῥήνου ποταμοῦ κατοικοῦσιν, ὑπὲρ τε τὸν Ἰόνιον πόντον καὶ τὰ Ἰλλυριῶν γένη· Μαννονίους αὐτοὺς καὶ Λάκας καλοῦσι.