Ancient Greek
290.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 290.1
Unproofread scanNot analysed yet
Περὶ δὴ τούτου τοῦ ἀνδρὸς φρονήσεως τε καὶ ἀρετῆς ἰσχὺν δεῖξαι ὁπόσον δύναται, τὰ μὲν ἐκ τῆς πολιτείας ἥντινα ἐν τῇ πατρίδι ἐπολιτεύσατο, τὰ δὲ κατὰ στρατηγίας μεγάλων πολέμων ἔργωρίων τε καὶ ἀλλοεθνῶν, ἀγώνισμα μὲν ἀνθρώποις πρόκειται λέγειν καὶ γράφειν, ὡς ἂν εὐδοκμὲν ἐν καλοῖς ἔργοις. Καὐτὸς δ’ ἀφήγησομαι τὰ πεπραγμένα, ἐξ ὧν οἶόν τε γνῶναι σύμπασιν τὴν ἀλήθειαν. Πρότερον δ’ αὐτοῦ τὸ τε γένος διέξεμι καὶ τὴν φύσιν, τοὺς τε γεννητάς, ἀφ’ ὧν ἦν, τὴν τ’ ἐκ τῆνίου τροφὴν τε καὶ παιδευσιν, ἧ χρησάμενος τοσοῦδε ἐγένετο. Πατὴρ μὲν οὖν ἦν αὐτῷ Γάιος Ὀκταούιος, ἀνὴρ τῶν ἐκ τῆς συγχλήτου. Οἱ δ’ αὐτοῦ πρόγονοι, κατὰ τε πλοῦτον καὶ ἐπιείκειαν ὀνομαστότατοι γενόμενοι, ὁφανῶ ὅντι ἐκεῖνοι τὰ χρήματα ἐλείποντο. [Οἱ] καταστάντες δ’ ἐπίτροποι ταῦτα διεφώρηνσαν· ὁ δὲ τῶν πρὸς αὐτοὺς δικαίων ἀποστάς, τοῖς περιλεφθεῖσιν ἠρκεῖτο.