Ancient Greek
291.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 291.1
Unproofread scanNot analysed yet
πρὸς αὐτὸν παμπληθῆς, οὐκ ὀλίγοι δὲ καὶ τῶν νεανίσκων, οἷς τὸ πρᾶττειν δι’ ἐλπίδος ἦν. Προῦπεμπον δὲ αὐτὸν πᾶμπολλοὶ ὀσήμεροι καὶ μειρακίσκοι καὶ ἄνδρες καὶ ἥλικες παῖδες, εἴτε ἐφ’ ἵππασίαν ἐξὼ τοῦ ἄστεος προῆλθε, εἴτε παρὰ συγγενεῖς ἢ ἄλλους τινὰς. Ὦκει γὰρ καὶ τὴν ψυχὴν τοῖς καλλίστοις ἐπιπθεύμασι, καὶ τὸ σῶμα ταῖς γενναίαις καὶ πολεμικαῖς μελέταις, καὶ τῶν διδασκόντων Θάττον αὐτὸς τὴν μαθῆσιν ἐπὶ τῶν ἔργων ἀπεδείκνυτο, ὥστε ἀπὸ τοῦδε καὶ ἐν τῇ πατρίδι πολὺν ζῆλον ἐνέγκασθαι. Ἐφестίχει δὲ αὐτῷ καὶ ἡ μήτηρ, καὶ ὁ ταύτης ἀνὴρ Φίλιππος, ἀνὰ πᾶσαν ἡμέραν πυνθανόμενοι παρὰ τῶν διδασκάλων τε καὶ ἐπιμελητῶν, οὓς παρακατέστησαν τῷ παιδί, ὅ τι πράξειε, καὶ ὅποι πορευθείη, ἢ ὅπως διημερεύσειε, τὰς τε διατριβὰς μεθ’ ὧν ποιήσατο.