Ancient Greek
291.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 291.2
Unproofread scanNot analysed yet
Ἐν δὲ τῷ κατασχόντι ταφάχῳ τὴν πόλιν ὑπεκπέμπει ἢ τε μήτηρ Ἀντία καὶ Φίλιππος τὸν Καῖσαρα εἰς τι τῶν πατρῴων χωρίων. Κατέβαινε δὲ εἰς τὴν ἀγορὰν περὶ ἕτη μάλιστα γεγονὼς τεσσαρεσκαίδεκα, ὥστε ἀποθέσθαι μὲν αὐτὸν ἤδη τὴν περιπόφυρον ἐσθῆτα, ἀναλαβεῖν δὲ τὴν καθαράν, σύμβολον οἷσαν τῆς εἰς ἄνδρας ἐγγραφῆς. Περιβλέπομενος δ’ ὑπὸ παντὸς τοῦ δήμου διὰ τε εὐπρόπειαν καὶ λαμπρότητα εὐγενείας, ἔδωκε τοῖς θεοῖς, καὶ ἐνεγράφη εἰς τὸν Λευκίου Λουκίου τύπον τελευτηκότος. Καὶ ὁ δῆμος μᾶλα προθύμως ἐχειροτόνησε. Καὶ δὲ μὲν ἅμα τῇ μεταλλαγῇ τῆς ἐσθῆτος καὶ τῇ καλλίστῃ τριχὶ κοσμηθεὶς ἔδωκε. Καίπερ