Ancient Greek
298.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 298.1
Unproofread scanNot analysed yet
ἀρίστου Ῥωμαίων. Αἰδῶ δ᾽, ἣν πρέπεν ἂν τις τῇ τοιαύτῃ ἡλικίᾳ ὑπολάβοι, διὰ τὸ ταῖς ἄλλαις ἀρεταῖς ἐν τῇ μετὰ ταύτην τῇν χώρᾳ ὑπὸ τῆς φύσεως ἀποδεδοσθαι, διαφανέστατα καὶ ἐν ἴσῳ καὶ ἐν τῷ βίῳ παντὶ. Διὰ τοῦτο καὶ μάλιστα Καῖσαρ αὐτὸν περὶ πολλοῦ ἐποιήσατο, καὶ οὐχ, ὡς περ οἴονται τινες, διὰ τὸ γένος μόνον. Ἐγὼ μὲν οὖν καὶ πρότερον παῖδα ἀποδείξαι, δεδιὼς δέ, μὴ ἐλπίδι τοσαύτης τύχης ἐπαρθεὶς, ὁ φιλεῖ τοῖς εὐδαίμονας τρεφομένοις ἐπεσθαι, ἐκλάθοιτο ἀρετῆς καὶ ἐνδιαίτησεως, συνέχουμε τὴν γνώμην, ἐν δὲ ταῖς διαθήκαις αὐτὸν νιούται, ὅσαις ὡν ἀξόθεν παίδων, καὶ κληρονόμον ἀποδείκνυσιν τῆς τύχης πάσης· τετάρτην δὲ μοῖραν τῶν χρημάτων τοῖς ἄλλοις διένειμε φίλοις τε καὶ ἀστοῖς, ὅπερ ὑστερον ἐγένετο δῆλον.