Ancient Greek
298.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 298.2
Unproofread scanNot analysed yet
Ἐδεῖξεν δὲ συγχωρήσαι αὐτῷ παρὰ τὴν μητέρα ἐλθεῖν εἰς τὴν πατρίδα, καὶ δόντος, ἦλθεν. Ὡς δ᾽ ἦκεν οὐχ ἕκως Ῥώμης εἰς Ἰάνουνλον, ὑπήντησεν αὐτῷ σὺν πολλῷ πλήθει ἀνθρώπων ὁ λεγόμενος Γαΐου Μαρίου παῖς, σπουδάζων εἰς τὸ γένος ἐγγραφῆναι, καὶ τινὰς γυναῖκας προσελήφως τῶν Καίσαρος, αἱ ἐμαρτύρουν αὐτῷ τὴν εὐγένειαν. Οὔτε μὴν Ἄντιαν ἐπεισεν, οὔτε τὴν ταύτης ἀδελφὴν καταφεύσασθαι τοῦ ἀρετέρον οἴκου· προσήπτετο γὰρ τὸ γένος τὸ Καίσαρος τε καὶ τὸ Μαρίου, τῷ γε μὴν νεανίᾳ ἐκείνῳ οὐδὲν προσῆκον ἦν. Ὡς τότε σὺν πολλῷ πλήθει ὑπαντιώσας ἐσπούδαζε προσλαβεῖν καὶ τὴν τοῦ νέου Καίσαρος γνώμην, εἰς τὴν