Ancient Greek
299.2 to 300.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 299.2-300.1
Unproofread scanNot analysed yet
Ὡς δ᾽ ἦλθεν εἰς Ῥώμην, κατ᾿ ἄγει πλησίον τῆς Φιλίππου οἰκίας καὶ τῆς μητρὸς, καὶ τὴν δίαιταν εἶχε σὺν ἐκείνοις, καὶ οὐκ ἄνευ τούτων ἤγης, πλὴν εἰ μὴ ποτε καὶ αὐτὸς τῶν ἡλικιωτῶν τινὰς βουλοῖτο ἐστιᾶν· τοῦτο δὲ σπάνιον ἦν. Λατρίδων δ᾽ ἐν τῇ πόλει, ὑπὸ τῆς βουλῆς ἀποδείκνυται εἶναι τῶν πατρικίων. Ὅτι ἐνὴφες καὶ ἐγκρατῶς διήγεν ὁ νέος Καῖσαρ Θαυμαστὸν δὲ τι κάλλος συνήθδεσαν αὐτῷ, οἱ φίλοι· ἐπ’ ἐνιαυτῶν γὰρ ὅλον ἐν τοιαύτῃ ἡλικίᾳ, ἐν ᾗ μάλιστα σφρογίζουσιν οἱ νέοι, καὶ τούτων δ’ ἐτι μᾶλλον οἱ εὐτυχεῖς, ἀφροδισίων ἀπέχετο, φωνῆς ἄμα καὶ ἰσχύος προνοῶν.