Ancient Greek
299.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 299.1
Unproofread scanNot analysed yet
τοῦ γένους ἐγγραφήν. Πολλὴ δ᾽ ἐγένετο σπουδὴ καὶ τῶν συνόντων αὐτῷ πολιτῶν, πειθόμενον εἶναι παῖδα Μαρίου. Καῖσαρ δ᾽ ἐν ἀπορίᾳ δεινῇ γενομένος ἐκνόπει, τί χρὴ ποιεῖν· τὸ τε γὰρ ἀπαξέσθαι ὡς συγγενῆ, ὃν οὐκ ἤδει, ὁπόθεν εἴη, οὐδ᾽ ἡ μήτηρ αὐτῷ συνεμαρτύρει, χαλεπὸν ἦν, τὸ τε διωθεῖσθαι τὸν νεανίσκον καὶ τὸ σὺν αὐτῷ πλῆθος τῶν πολιτῶν, ἄλλος τε καὶ αἰδοὺς ὄντι μεστῷ, πολλὴν δυσχρείαν εἶχεν. Ἀποκρίνεται γοῦν, ἡρέμα διωσόμενος τὸν ἄνθρωπον, ὅτι Καῖσαρ εἴη τοῦ γένους αὐτοῖς ἡγεμών, καὶ τῆς πατρίδος προστάτης, συμπάσης τε τῆς Ῥωμαίων ἀρχῆς· δεῖν οὖν ὡς ἐκεῖνον βαδίζειν, καὶ διδάσκειν περὶ τῆς συγγενείας, καὶ εἰ μὲν πείσειεν, ὑπάρχειν εὐθὺς αὐτῷ καὶ σφᾶς τοὺς τε ἄλλους οἰκείους πεπεισμένους· εἰ δὲ μή, οὐδὲν αὐτοῖς εἶναι κοινωνῆμα πρὸς αὐτόν· ἐν δὲ τῷ μεταξὺ, πρὶν ἢ Καίσαρα τοῦτο γνῶναι, μήτε προσείναι πρὸς αὐτόν, μήτε ὡς παρὰ συγγενεῖος τι ἐπιζητεῖν τῶν δαιτῶν. Ταῦτα ἐμφρόνως ἀποκρινόμενον καὶ οἱ συμπαρόντες ἐπήρουν, οὐδὲν δὲ ἤττον ὁ νεανίσκος συμπροὔπεμψεν αὐτὸν ἄχρι τῆς οἰκίας.