Ancient Greek
315.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 315.4
Unproofread scanNot analysed yet
Εἰσὶ δὲ καὶ δικαιότατοι, κοινὰ ἔχοντες τὰ τε κτήματα καὶ τὰς γυναῖκας, ὥστε τοὺς μὲν πρεσβυτέρους αὐτῶν πατέρας ὀνομάζειν, τοὺς δὲ νέους παῖδας, τοὺς δ᾽ ἡλικας ἀδελφούς. Ὦν ἦν καὶ Ἀνάχαρσις, εἰς τῶν ἐπὶ σοφίᾳ νομισθείς, ὃς ἦλθεν εἰς τὴν Ἑλλάδα, ἵνα ἰστορήσῃ τὰ τῶν Ἑλλήνων νόμιμα. Τούτων καὶ Ὅμηρος μέμνηται, ἐν οἷς φησί, Μυσῶν τ᾽ ἀγχεμάχων, καὶ ἀγανῶν ἐππημολγῶν, Γλακτοφάγων, Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων.