Ancient Greek
315.5 to 317.18
Heraclides Ponticus Junior Gramm., Fragmenta 315.5-317.18
Unproofread scanNot analysed yet
Ἀβίους δὲ αὐτοὺς λέγει, ἢ διὰ τὸ γῆν μὴ γεωργεῖν, ἢ διὰ τὸ ἀοίκους εἶναι, ἢ διὰ τὸ χρήσθαι τούτους μάνους τόξοις, βιὸν γὰρ λέγει τὸ τόξον. Παρὰ τούτοις οὐδὲ εἷς, οὔτε φθονῶν, ὡς φασιν, οὔτε μισῶν, οὔτε φοβούμενος ἰστορήθη, διὰ τὴν τοῦ βίου κοινότητα καὶ δικαιοσύνην. Μίχμοι δ᾽ οὐχ ἥπτον αὐτῶν αἱ γυναῖκες, ἢ οἱ ἄνδρες καὶ συμπολεμοῦσιν αὐτοῖς, ὅταν δέη. Καὶ διὰ τοῦτο Ἁμαζόνες γενναιοτάται εἶναι, ὥστε ποτὲ ἐλάσαι μέχρι Ἀθηνῶν καὶ Κιλικίας. "Οτι τότε παρῶκουν ἐγγὺς τῆς Μαυωτίδος Ὀμβρικοὶ ἐν ταῖς πρὸς τοὺς πολεμίους μάχαις αἰσχιστὸν ἡγοῦνται ἠττημένοι ζῆν· ἀλλ' ἀναγκαῖον ἢ νικᾶν, ἢ ἀποθνήσκειν. Ὀμβρικοὶ ὅταν πρὸς ἀλλήλους ἔχωσιν ἀμφισβήτησιν, καθοπλισθέντες, ὡς ἐν πολέμῳ, μάχονται, καὶ δοκοῦσι δικαιότερα λέγειν οἱ τοὺς ἐναντίους ἀποφράξαντες. ΚΕΛΤΟΙ. Κελτοὶ, οἱ τῷ ὀκειανῷ γειτνιῶντες, αἰσχρὸν ἡγοῦνται τοῖχον καταπλίσποντα ἢ οἰκίαν φεύγειν. λίμνης. Πλημυριδὸς δὲ ἐκ τῆς ἔξω θαλάττης ἐπερχομένης, μεθ' ὅλων ὀπαντῶντες ὑπομένουσι, ἕως κατακλίζονται, ἵνα μὴ δοκῶσι φεύγοντες τὸν θάνατον φοβεῖσθαι. Κελτοὶ αὐθροφοροῦντες τὰ κατὰ πόλιν πάντα πράττουσι. Μεῖζω δ' ἐστὶν ἐπίτιμα κατὰ τοῦ ξένον ἀνελόντος, ἢ πολίτην· ὑπὲρ τοῦ μὲν γὰρ θάνατος ἢ ζημία, ὑπὲρ τοῦ δὲ πολίτου φυγή. ΙΒΗΡΟΙ. Ἰβήρων αἱ γυναῖκες κατ' ἔτος ὁ τι ἂν ἐξυφήρο- σιν ἐν κοινῷ δεικνύουσι. Ἄνδρες δὲ χειροτονητοὶ κρίναντες, τὴν πλεῖστα ἐργασαμένην προτιμῶσιν. Ἔχουσι δὲ καὶ μέτρον τι ζῶντος, ἢ τὴν γαστέρα περιλαβεῖν ἂν μὴ δυνήθωσι, αἰσχρὸν ἡγοῦνται. ΟΜΒΡΙΚΟΙ. Τιμῶσι μάλιστα τοὺς χώραν τῷ κοινῷ προσκτω- Πραύσιοι τοὺς ἀστυγείτονας, ἐὰν λιμῷ πι- σθῶσι, τρέφουσι. ΤΕΛΧΙΝΕΣ. Τελχῖνες ἄνθρωποι ὀνομαζόμενοι, τὸ ἀνέκαθεν Κρήτες, οἰκήσαντες καὶ ἐν Κύπρῳ, μεταναστάντες δ᾽ εἰς Ῥόδον, καὶ πρώτοι τὴν νῆσον κατασχόντες, βασκανοὶ τε σφόδρα ἦσαν καὶ φθονεροί. Τεχνῖται δὲ ὄντες καὶ τὰ τῶν προτέρων ἔργα μιμησάμενοι, Ἀθηνας Τελχινίας ἄγαλμα πρώτοι ἰδρύσαντο, ὥσπερ εἴ τις λέγοι Ἀθηνας βωσκάνου. μένους. ΤΑΡΤΗΣΣΙΟΙ. Παρὰ Ταρτησίοις νεωτέρῳ πρεσβυτέρου καταμαρτυρεῖν οὐκ ἔξεστι.