Ancient Greek
33.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 33.1
Unproofread scanNot analysed yet
ἀνδρᾶ· ἀλλὰ τούτων γε Πλάτωνι τῷ Ἀριστονος πε-ριτυχόντα, βυθίζοντι ζῶ τοῦ τείχους μετὰ τινων γυναικῶν, καὶ ἰδόντα σερνὸν μὲν ἰδεῖν τὸ πλῆθος, ἵλεων δὲ τῷ προσώπῳ, διαλεγόμενον δὲ οὐχὶ περὶ εἰσ-φορὰς χρημάτων, ἢ οὐδὲ ὑπὲρ τριηρῶν, οὐδὲ ὑπὲρ ναυτικῶν χρείων, οὐδὲ ὑπὲρ πληθωρημάτων, οὐδὲ ὑπὲρ τοῦ δεῖν βοηθεῖν, οὐδὲ ὑπὲρ φόρου τοῦ τῶν συμμά-χων, οὐδὲ ὑπὲρ τῶν νησιωτῶν, ἢ ὑπὲρ ἄλλου τινὸς τοιούτου φληνράφων· ὑπὲρ ἐκείνων δέ, ὧν ἐλεγεν Πλά-των, καὶ ὑπὲρ ὧν εἴθιστο σπουδάζειν, ἐπιστάντα τὸν Τιμόθεον τὸν τοῦ Κόνωνος, εἰπεῖν, Ὦ τοῦ βίου, καὶ τῆς ὄντως εὐδαιμονίας. Ἐκ τούτων οὖν δῆλον, ὡς ἑαυτὸν οὐ πάνυ τι εὐδαίμονα ἀπέφαινεν ὁ Τιμό-θεος, ὅτι μὴ ἐν τούτοις, ἀλλ᾽ ἐν τῇ παρ᾽ Ἀθηναίων δόξῃ καὶ τιμῇ ἦν.