Ancient Greek
33.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 33.2
Unproofread scanNot analysed yet
XI. Περὶ τῶν ῥηθέντων ὑπὸ Σωκράτους περὶ τῶν ὑπὸ τῶν Τριάκοντα σφαττομένων. Σωκράτης ἰδὼν κατὰ τὴν ἀρχὴν τῶν Τριάκον-τα τοὺς ἐνδόξους ἀναιρουμένους, καὶ βαρύτατα τοὺς πλουτοῦντας ὑπὸ τῶν Τυράννων ἐπιβουλευομένους, Ἀντισθένει φασὶ περιτυχόντα εἰπεῖν, Μὴ τί σοι με-ταμέλει, ὅτι μέγα καὶ σερνὸν οὐδὲν ἐγενόμεθα ἐν τῷ βίῳ, καὶ τοιούτοι, οἷους ἐν τῇ τραγῳδίᾳ τοὺς μο-νάρχας δρῶμεν, Ἀτρῆας τε ἐκείνους, καὶ Θυέστας, καὶ Ἀγαμέμνονας, καὶ Αἰγίσθους; Οὗτοι μὲν γὰρ ἀπο-σφαττόμενοι, καὶ ἐκτραγωδούμενοι, καὶ πονηρὰ δέ-πνα δεῖπνῶντες, καὶ ἐσθίοντες ἕκαστος ἕκαλὺ-πτονται· οὐδεὶς δὲ οὕτως ἐγένετο τολμηρός. οὐδὲ ἄναίσχυντος