Ancient Greek
39.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 39.1
Unproofread scanNot analysed yet
τεῦεσθαι. Οὔπερ οὖν καὶ προεῖπον τὴν τοῦ Ὦχον περὶ τοὺς ὑπηκόους ἀγριότητα, καὶ τὸ φονικὸν αὐτοῦ, διὰ τινων ἀπορήτων συμβόλων καταγνώντες τοῦτο. Ὅτε γὰρ Ἀρταξέρξου, τοῦ πατρὸς αὐτοῦ, τελευτήσαντος, εἰς τὴν βασιλείαν τῶν Περσῶν ὁ Ὦχος παρήλθεν, οἱ Μάγοι προσέταξαν τῶν εὐνούχων τινί, τῶν πλησίον παροστώτων, φυλάξειν τὸν Ὦχον, τῆς τραπέζης παρατεθείσης, τίνι πρῶτον τῶν παρακειμένων ἐπιχειρεῖ. Καὶ ὁ μὲν εἰστήκει τηρῶν τοῦτο· ὁ δὲ Ὦχος, τὰς χεῖρας ἐκτείνας, τῇ μὲν δεξιᾷ τῶν μαχαιρίων τῶν παρακειμένων ἐν ἔλαβε, τῇ δὲ ἑτέρᾳ τὸν μέγιστον τῶν ἄρτων προσειλκύσατο, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τῶν κρεῶν, εἶτα τέμνων, ἤσθιε ἀφειδῶς. Ἄπερ ἀκούσαντες οἱ Μάγοι, δύο ταῦτα ἐμαντεύσαντο, εὐετηρίαν τὴν ἐξ ὧρῶν, καὶ εὐφορίαν τὴν παρὰ τῶν τῆς ἀρχῆς αὐτοῦ χρόνον, καὶ πολλοὺς φόνους· καὶ οὐ διεψεύσαντο.