Ancient Greek
39.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 39.2
Unproofread scanNot analysed yet
XVIII Περί δειπνῶν πολυτελῶν. Τιμόθεος ὁ Κόνωνος, στρατηγὸς τῶν Ἀθηναίων, ἀποσιὼς ποτε δεῖπνον τῶν πολυτελῶν καὶ τῶν ἐστιάσεων τῶν στρατηγικῶν ἐκείνων, παραληφθεὶς ὑπὸ Πλάτωνος εἰς τὸ ἐν Ἀκαδημίᾳ συμπόσιον, καὶ ἐστιαθεὶς ἀφελῶς ἅμα, καὶ μουσικῶς, ἔφη πρὸς τοὺς οἰκείους ἐπανελθόν, Ὅτι ἄρα οἱ παρὰ Πλάτωνι δειπνοῦντες, καὶ τῇ ὑστεραίᾳ καλῶς διάγουσιν. Ἐκ δὴ τούτου διέβαλε Τιμόθεος τὰ πολυτελῆ δεῖπνα, καὶ φορτικά, ὡς πάντως εἰς τὴν ὑστεραίαν οὐκ εὐφραίνοντα. Λόγος δέ, καὶ ἐκεῖνος ἀδελφὸς τῷ προειρημένῳ, καὶ ταυτὸν νοῶν, οὐ μὴν τὰ αὐτὰ λέγων,