Ancient Greek
44.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 44.3
Unproofread scanNot analysed yet
XXVII Ὅτι Ἀννίκερις ἱππεὺς δεξιός· καὶ ὅτι, ὑπὲρ μικρῶν λίαν σπουδάζων, τὰ μεγάλα ὀλιγώρει. Ἀννίκερις ὁ Κυρηναῖος ἐπὶ ἱππείᾳ μέγα ἐφρόνει, καὶ ἁμμάτων ἐλάσσει. Καὶ οὖν ποτε καὶ ἐβουλήθη Πλάτωνι ἐπιδεῖξασθαι τὴν τέχνην. Ζεύξας οὖν τὸ ἅρμα, περιήλασεν ἐν Ἀκαδημίᾳ δρόμους παμπόλλους, οὕτως ἀκριβῶς φυλάττων τοῦ δρόμου τὸν στοίχον, ὡς μὴ παραβαίνειν τὰς ἁμαστροχίας, ἀλλ᾿ ἀεὶ κατ᾿ αὐτῶν ἔναι. Οἱ μὲν οὖν ἄλλοι πάντες, ὡσπερ εἰκός, ἐξεπλάγχσαν· ὁ δὲ Πλάτων, τὴν ὑπερβόλλουσαν αὐτοῦ σπουδὴν διέβαλεν, εἰπών, Ἀδύνατόν ἐστι, τὸν εἰς μικρὰ οὕτω, καὶ οὐδενὸς ἀξία, τοσαύτην φροντίδα κατατιθέμενον, ὑπὲρ μεγάλων τινῶν σπουδᾶσαι. Πᾶσαν γὰρ αὐτῷ τὴν διάνους