Ancient Greek
45.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 45.1
Unproofread scanNot analysed yet
εἰς ἐκεῖνα ἀποτεθεῖσαν ἀνάγκη ὀλιγωρεῖν τῶν ὄντως θαυμάζεσθαι δικαίων. XXVIII Ἀλεκτρυόνων ἀγῶν πόθεν ἀρχὴν ἔλαβεν. Μετὰ τὴν κατὰ τῶν Περσῶν νίκην, Ἀθηναῖοι νόμον ἔθεντο ἀλεκτρυόνας ἀγωνίζεσθαι δημοσίᾳ ἐν τῷ θεάτρῳ μιᾶς ἡμέρας τοῦ ἔτους. Πόθεν δὲ τὴν ἀρχὴν ἔλαβεν οὐδεὶς ὁ νόμος, ἔφη. Ὀτὲ Θεμιστοκλῆς ἐπὶ τοὺς βαρβάρους ἐξῆγε τὴν πολιτικὴν δύναμιν, ἀλεκτρυόνας ἐθεάσατο μαχομένους· οὐδὲ ἀργῶς αὐτούς εἶδεν· ἐπέστησε δὲ τὴν στρατιὰν, καὶ ἔφη πρὸς αὐτούς, Ἄλλ᾽ οὗτοι μὲν, οὔτε ὑπὲρ πατρίδος, οὔτε ὑπὲρ πατρῴων θεῶν, οὐδὲ μὴν ὑπὲρ προγόνων ἡρώων κακοπαθοῦσιν, οὐδὲ ὑπὲρ δόξης, οὐδὲ ὑπὲρ ἐλευθερίας, οὐδὲ ὑπὲρ παίδων, ἀλλ᾽ ὑπὲρ τοῦ μὴ ἠττηθῆναι ἐκάτερος, μηδὲ εἴσαι ἑατέρῳ τὸν ἕτερον. Ἄπερ οὖν εἰπὼν ἐπέδωκε τοὺς Ἀθηναίους. Τὸ τοῦνυν γεγόμενον αὐτοῖς σύνηθμα τότε εἰς ἀρετὴν ἐβουλήθη διαφυλάττειν καὶ εἰς τὰ ὅμοια ἔργα ὑπόμνησιν.